Proverbs 22

1αἱρετώτερον ὄνομα καλὸν πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή. 2πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ κύριος ἐποίησεν. 3πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδευεται οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. 4γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή. 5τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν. 6 7πλούσιοι πτωχῶν ἄρξουσιν, καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν. 8 σπείρων φαῦλα θερίσει κακά, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει.
LXX: Pro.22:8 #A
ανδρα ιλαρον και δοτην ευλογει ο θεος ματαιοτητα δε εργων αυτου συντελεσει
9 ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται· τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ.
LXX: Pro.22:9 #A
νικην και τιμην περιποιειται ο δωρα δους την μεντοι ψυχην αφαιρειται των κεκτημενων
10ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει. 11ἀγαπᾷ κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσιν ποιμαίνει βασιλεύς. 12οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος. 13προφασίζεται καὶ λέγει ὀκνηρός Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί. 14βόθρος βαθὺς στόμα παρανόμου, δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν.
LXX: Pro.22:14 #A
εισιν οδοι κακαι ενωπιον ανδρος και ουκ αγαπα του αποστρεψαι απ αυτων αποστρεφειν δε δει απο οδου σκολιας και κακης
15ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ. 16 συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ· δίδωσιν δὲ πλουσίῳ ἐπ' ἐλάσσονι. 17Λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον, τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν· 18καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσίν σε ἅμα ἐπὶ σοῖς χείλεσιν, 19ἵνα σου γένηται ἐπὶ κύριον ἐλπὶς καὶ γνωρίσῃ σοι τὴν ὁδὸν αὐτοῦ. 20καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. 21διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. 22μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστιν, καὶ Μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις· 23 γὰρ κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν. 24μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, 25μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ. 26μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον· 27ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς, λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. 28μὴ μέταιρε ὅρια αἰώνια, ἔθεντο οἱ πατέρες σου. 29ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.
Copyright information for LXX